‏ 1 Peter 5

1Πρεσβυτέρους ▼
▼ οὖν = WH Treg NA/NIV: || τοὺς = RP
οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ▼
▼ ἐπισκοποῦντες = Treg NA/NIV RP: || [omit] = WH
ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ▼
▼ κατὰ θεόν = Treg NA/NIV: || [omit] = WH RP
κατὰ θεόν ⸃, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
3μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ▼
▼ ἀλλήλοις = WH Treg NA/NIV: || ἀλλήλοις ὑποτασσόμενοι = RP
ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. 8νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ▼
▼ τινα = NA/NIV: || τίνα = RP; || [omit] = WH Treg
τινα ▼
▼ καταπιεῖν = WH Treg NA/NIV: || καταπίῃ = RP
καταπιεῖν·
9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ▼
▼ τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ▼
▼ Χριστῷ = WH NIV: || Χριστῷ Ἰησοῦ = Treg RP NA
Χριστῷ, ὀλίγον παθόντας αὐτὸς ▼
▼ καταρτίσει = WH Treg NA/NIV: || καταρτίσαι ὑμᾶς = RP
καταρτίσει, στηρίξει, σθενώσει, ▼
▼ θεμελιώσει = NA/NIV RP: || [omit] = WH Treg
θεμελιώσει.
11 ▼
▼ αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ ἡ δόξα καὶ = RP
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ▼
▼ τῶν αἰώνων = Treg NIV RP: || [omit] = WH NA
τῶν αἰώνων ⸃· ἀμήν.
12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ▼
▼ στῆτε = WH Treg NA/NIV: || ἑστήκατε = RP
στῆτε.
13ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ▼
▼ Χριστῷ = WH Treg NA/NIV: || Χριστῷ Ἰησοῦ ἀμήν = RP
Χριστῷ.

Copyright information for SBLG