‏ 1 Corinthians 5

1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ▼
▼ ἔθνεσιν = WH Treg NA/NIV: || ἔθνεσιν ὀνομάζεται = RP
ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ▼
▼ ἀρθῇ = WH Treg NA/NIV: || ἐξαρθῇ = RP
ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ▼
▼ ποιήσας = Treg RP: || πράξας = WH NA/NIV
ποιήσας;

3Ἐγὼ μὲν γάρ, ▼
▼ ἀπὼν = WH Treg NA/NIV: || ὡς ἀπὼν = RP
ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
4ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ▼
▼ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ▼
▼ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ,
5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ▼
▼ κυρίου = WH NA/NIV: || κυρίου Ἰησοῦ = Treg RP
κυρίου.

6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ▼
▼ ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὑπὲρ ἡμῶν = RP
ἡμῶν ἐτύθη Χριστός·
8ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 ▼
▼ οὐ = WH Treg NA/NIV: || καὶ οὐ = RP
οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ▼
▼ καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ▼
▼ ὠφείλετε = WH Treg NA/NIV: || ὀφείλετε = RP
ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12τί γάρ ▼
▼ μοι = WH Treg NA/NIV: || μοι καί = RP
μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
13τοὺς δὲ ἔξω ὁ θεὸς ▼
▼ κρίνει = WH Treg: || κρινεῖ = NA/NIV RP
κρίνει; ▼
▼ ἐξάρατε = WH Treg NA/NIV: || Καί ἐξαρεῖτε = RP
ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Copyright information for SBLG