‏ 1 Peter 3

1 ▼
▼ Ὁμοίως = WH Treg: || Ὁμοίως αἱ = NA/NIV RP
Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ▼
▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ▼
▼ πραέως καὶ ἡσυχίου = Treg NA/NIV RP: || ἡσυχίου καὶ πραέως = WH
πραέως καὶ ἡσυχίου ⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ▼
▼ εἰς = WH Treg NA/NIV: || ἐπὶ = RP
εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6ὡς Σάρρα ▼
▼ ὑπήκουσεν = Treg NA/NIV RP: || ὑπήκουεν = WH
ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ▼
▼ συγκληρονόμοις = WH Treg NA/NIV: || συγκληρονόμοι = RP
συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ▼
▼ ταπεινόφρονες = WH Treg NA/NIV: || φιλόφρονες = RP
ταπεινόφρονες,
9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ▼
▼ εὐλογοῦντες = WH Treg NA/NIV: || εὐλογοῦντες εἰδότες = RP
εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
10ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ▼
▼ γλῶσσαν = WH Treg NA/NIV: || γλῶσσαν αὐτοῦ = RP
γλῶσσαν ἀπὸ κακοῦ καὶ ▼
▼ χείλη = WH Treg NA/NIV: || χείλη αὐτοῦ = RP
χείλη τοῦ μὴ λαλῆσαι δόλον,
11ἐκκλινάτω ▼
▼ δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ▼
▼ ζηλωταὶ = WH Treg NA/NIV: || μιμηταὶ = RP
ζηλωταὶ γένησθε;
14ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15κύριον δὲ τὸν ▼
▼ Χριστὸν = WH Treg NA/NIV: || θεὸν = RP
Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ▼
▼ ἕτοιμοι = WH Treg NA/NIV: || ἕτοιμοι δὲ = RP
ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
16 ▼
▼ ἀλλὰ = WH Treg NA/NIV: || [omit] = RP
ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ▼
▼ καταλαλεῖσθε = WH NA/NIV: || καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν = Treg RP
καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ▼
▼ ἔπαθεν = RP NA: || ἀπέθανεν = WH Treg NIV
ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ▼
▼ ὑμᾶς = WH NA/NIV RP: || ἡμᾶς = Treg
ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ▼
▼ ὀλίγοι = WH Treg NA/NIV: || ὀλίγαι = RP
ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος.
21ὃ ▼
▼ καὶ ὑμᾶς ἀντίτυπον νῦν = WH Treg NA/NIV: || ἀντίτυπον νῦν καὶ ἡμᾶς = RP
καὶ ὑμᾶς ἀντίτυπον νῦν ⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22ὅς ἐστιν ἐν ▼
▼ δεξιᾷ = WH Treg: || δεξιᾷ τοῦ = NA/NIV RP
δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Copyright information for SBLG