‏ John 7

1Καὶ ▼
▼ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς = WH Treg NA/NIV: || περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα = RP
μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ⸃ ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ▼
▼ θεωρήσουσιν = WH Treg NA/NIV: || θεωρήσωσιν = RP
θεωρήσουσιν ▼
▼ σοῦ τὰ ἔργα = WH Treg NA: || τὰ ἔργα σου = RP; || τὰ ἔργα = NIV
σοῦ τὰ ἔργα ⸃ ἃ ποιεῖς·
4οὐδεὶς γάρ ▼
▼ τι ἐν κρυπτῷ = WH Treg NA/NIV: || ἐν κρυπτῷ τι = RP
τι ἐν κρυπτῷ ⸃ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8ὑμεῖς ἀνάβητε εἰς τὴν ▼
▼ ἑορτήν = WH Treg NA/NIV: || ἑορτήν ταύτην = RP
ἑορτήν· ἐγὼ ▼
▼ οὐκ = Treg NA: || οὔπω = WH NIV RP
οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ▼
▼ ἐμὸς καιρὸς = WH Treg NA/NIV: || καιρὸς ὁ ἐμὸς = RP
ἐμὸς καιρὸς ⸃ οὔπω πεπλήρωται.
9ταῦτα ▼
▼ δὲ = WH NA/NIV RP: || [omit] = Treg
δὲ εἰπὼν ▼
▼ αὐτὸς = Treg NA/NIV: || αὐτοῖς = WH RP
αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ ▼
▼ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη = WH Treg NA/NIV: || τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν = RP
εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη ⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.
11οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12καὶ γογγυσμὸς ▼
▼ περὶ αὐτοῦ ἦν πολὺς = WH Treg NA/NIV: || πολὺς περὶ αὐτοῦ ἦν = RP
περὶ αὐτοῦ ἦν πολὺς ⸃ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ▼
▼ δὲ = WH Treg NA/NIV: || [omit] = RP
δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ▼
▼ ἀνέβη = WH Treg NA/NIV: || ἀνέβη ὁ = RP
ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
15 ▼
▼ ἐθαύμαζον οὖν = WH Treg NA/NIV: || Καὶ ἐθαύμαζον = RP
ἐθαύμαζον οὖν ⸃ οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
16ἀπεκρίθη οὖν αὐτοῖς ▼
▼ ὁ = NA/NIV RP: || [omit] = WH Treg
ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
17ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

19Οὐ Μωϋσῆς ▼
▼ δέδωκεν = NA/NIV RP: || ἔδωκεν = WH Treg
δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20ἀπεκρίθη ὁ ▼
▼ ὄχλος = WH Treg NA/NIV: || ὄχλος καὶ εἶπεν = RP
ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23εἰ περιτομὴν ▼
▼ λαμβάνει = Treg NA/NIV RP: || λαμβάνει ὁ = WH
λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ▼
▼ κρίνετε = WH Treg NA/NIV: || κρίνατε = RP
κρίνετε.

25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ▼
▼ ἐστιν = WH Treg NA/NIV: || ἐστιν ἀληθῶς = RP
ἐστιν ὁ χριστός;
27ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 ▼
▼ ἐκ τοῦ ὄχλου δὲ πολλοὶ = WH Treg NA/NIV: || Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου = RP
ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ⸃ ἐπίστευσαν εἰς αὐτόν, καὶ ▼
▼ ἔλεγον = WH Treg NA/NIV: || ἔλεγον ὅτι = RP
ἔλεγον· Ὁ χριστὸς ὅταν ἔλθῃ ▼
▼ μὴ = WH Treg NA/NIV: || μήτι = RP
μὴ πλείονα ▼
▼ σημεῖα = WH Treg NA/NIV: || σημεῖα τούτων = RP
σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;

32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ▼
▼ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας = WH Treg NA/NIV: || ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς = RP
οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ⸃ ἵνα πιάσωσιν αὐτόν.
33εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ▼
▼ χρόνον μικρὸν = WH Treg NA/NIV: || μικρὸν χρόνον = RP
χρόνον μικρὸν ⸃ μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34ζητήσετέ με καὶ οὐχ ▼
▼ εὑρήσετέ = Treg RP: || εὑρήσετέ με = WH NA/NIV
εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36τίς ἐστιν ▼
▼ ὁ λόγος οὗτος = WH Treg NA/NIV: || οὗτος ὁ λόγος = RP
ὁ λόγος οὗτος ⸃ ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ ▼
▼ εὑρήσετέ = Treg RP: || εὑρήσετέ με = WH NA/NIV
εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ▼
▼ οὗ = WH Treg RP: || ὃ = NA/NIV
οὗ ἔμελλον λαμβάνειν οἱ ▼
▼ πιστεύσαντες = WH Treg NA/NIV: || πιστεύοντες = RP
πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ▼
▼ πνεῦμα = WH NA: || πνεῦμα ἅγιον = Treg RP; || πνεῦμα δεδομένον = NIV
πνεῦμα, ὅτι Ἰησοῦς ▼
▼ οὐδέπω = NA/NIV RP: || οὔπω = WH Treg
οὐδέπω ἐδοξάσθη.

40 ▼
▼ Ἐκ τοῦ ὄχλου οὖν = WH Treg NA/NIV: || Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου = RP
Ἐκ τοῦ ὄχλου οὖν ⸃ ἀκούσαντες ▼
▼ τῶν λόγων τούτων = WH Treg NA/NIV: || τὸν λόγον = RP
τῶν λόγων τούτων ⸃ ▼
▼ ἔλεγον = Treg NA/NIV RP: || ἔλεγον ὅτι = WH
ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· ▼
▼ οἱ δὲ = WH Treg NA/NIV: || Ἄλλοι = RP
οἱ δὲ ⸃ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
42 ▼
▼ οὐχ = WH Treg NA/NIV: || Οὐχὶ = RP
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, ▼
▼ ἔρχεται ὁ χριστός = WH Treg NA/NIV: || ὁ χριστός ἔρχεται = RP
ἔρχεται ὁ χριστός ⸃;
43σχίσμα οὖν ▼
▼ ἐγένετο ἐν τῷ ὄχλῳ = WH Treg NA/NIV: || ἐν τῷ ὄχλῳ ἐγένετο = RP
ἐγένετο ἐν τῷ ὄχλῳ ⸃ δι᾽ αὐτόν.
44τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ▼
▼ ἐπέβαλεν = NA/NIV RP: || ἔβαλεν = WH Treg
ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.

45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ▼
▼ ἐλάλησεν οὕτως = WH Treg NA/NIV: || οὕτως ἐλάλησεν = RP
ἐλάλησεν οὕτως ⸃ ▼
▼ ἄνθρωπος = WH NA/NIV: || ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος = Treg RP
ἄνθρωπος.
47ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ▼
▼ ἐπάρατοί = WH Treg NA/NIV: || ἐπικατάρατοί = RP
ἐπάρατοί εἰσιν.
50λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ▼
▼ ἐλθὼν = WH Treg NA/NIV: || ἐλθὼν νυκτὸς = RP
ἐλθὼν πρὸς αὐτὸν ▼
▼ πρότερον = WH Treg: || τὸ πρότερον = NA/NIV; || [omit] = RP
πρότερον, εἷς ὢν ἐξ αὐτῶν·
51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ ▼
▼ πρῶτον παρ᾽ αὐτοῦ = WH Treg NA/NIV: || παρ᾽ αὐτοῦ πρότερον = RP
πρῶτον παρ᾽ αὐτοῦ ⸃ καὶ γνῷ τί ποιεῖ;
52ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ▼
▼ ἐκ τῆς Γαλιλαίας προφήτης = WH Treg NA/NIV: || προφήτης ἐκ τῆς Γαλιλαίας = RP
ἐκ τῆς Γαλιλαίας προφήτης ⸃ οὐκ ▼
▼ ἐγείρεται = WH Treg NA/NIV: || ἐγηγέρται = RP; || ἐγείρεται 7:53–8:11 = RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπ᾽ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπ᾽ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
ἐγείρεται.

53Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

Copyright information for SBLG