‏ Mark 7

1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ▼
▼ ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν = WH Treg NA/NIV: || κοιναῖς … ἀνίπτοις ἐσθίοντας = RP
ὅτι κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίουσιν ⸃ ▼
▼ τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς ▼
▼ ἄρτους = WH Treg NA/NIV: || ἄρτους ἐμέμψαντο = RP
ἄρτους—
3οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4καὶ ἀπ᾽ ▼
▼ ἀγορᾶς = WH Treg RP NA: || ἀγορᾶς ὅταν ἔλθωσιν = NIV
ἀγορᾶς ἐὰν μὴ ▼
▼ βαπτίσωνται = Treg NA/NIV RP: || ῥαντίσωνται = WH
βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ▼
▼ καὶ κλινῶν = Treg RP NA: || [omit] = WH NIV
καὶ κλινῶν ⸃—
5 ▼
▼ καὶ = WH Treg NA/NIV: || Ἔπειτα = RP
καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί ▼
▼ οὐ περιπατοῦσιν οἱ μαθηταί σου = WH Treg NA/NIV: || οἱ μαθηταί σου οὐ περιπατοῦσιν = RP
οὐ περιπατοῦσιν οἱ μαθηταί σου ⸃ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ▼
▼ κοιναῖς = WH Treg NA/NIV: || ἀνίπτοις = RP
κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
6ὁ ▼
▼ δὲ = WH Treg NA/NIV: || δὲ ἀποκριθεὶς = RP
δὲ εἶπεν ▼
▼ αὐτοῖς = WH NA/NIV: || ὅτι = Treg RP
αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ▼
▼ ὅτι = WH NA/NIV: || [omit] = Treg RP
ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
7μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· 8 ▼
▼ ἀφέντες = WH Treg NA/NIV: || ἀφέντες γὰρ = RP
ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ▼
▼ ἀνθρώπων = WH NA/NIV: || ἀνθρώπων βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε = Treg RP
ἀνθρώπων.

9Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ▼
▼ τηρήσητε = WH Treg NIV RP: || στήσητε = WHmarg NA
τηρήσητε·
10Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12 ▼
▼ οὐκέτι = WH Treg NA/NIV: || καὶ οὐκέτι = RP
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ ▼
▼ πατρὶ = WH Treg NA/NIV: || πατρὶ αὐτοῦ = RP
πατρὶ ἢ τῇ ▼
▼ μητρί = WH Treg NA/NIV: || μητρί αὐτοῦ = RP
μητρί,
13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

14Καὶ προσκαλεσάμενος ▼
▼ πάλιν = WH Treg NA/NIV: || πάντα = RP
πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ▼
▼ Ἀκούσατέ = WH Treg NA/NIV: || Ἀκούετέ = RP
Ἀκούσατέ μου πάντες καὶ ▼
▼ σύνετε = WH Treg NA/NIV: || συνίετε = RP
σύνετε.
15οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται ▼
▼ κοινῶσαι αὐτόν = WH NA/NIV: || αὐτὸν κοινῶσαι = Treg RP
κοινῶσαι αὐτόν ⸃· ἀλλὰ τὰ ▼
▼ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά = WH NA/NIV: || ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐκεῖνά = Treg; || ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ ἐκεῖνά = RP
ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ⸃ ἐστιν τὰ κοινοῦντα τὸν ▼
▼ ἄνθρωπον = WH NA/NIV: || ἄνθρωπον 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω = Treg RP
ἄνθρωπον.

17Καὶ ὅτε εἰσῆλθεν ▼
▼ εἰς = WH Treg RP NA: || εἰς τὸν = NIV
εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ▼
▼ τὴν παραβολήν = WH Treg NA/NIV: || περὶ τῆς παραβολῆς = RP
τὴν παραβολήν ⸃.
18καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— ▼
▼ καθαρίζων = WH Treg NA/NIV: || καθαρίζον = RP
καθαρίζων πάντα τὰ βρώματα.
20ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ▼
▼ πορνεῖαι κλοπαί φόνοι = WH Treg NA/NIV: || μοιχεῖαι πορνεῖαι φόνοι = RP
πορνεῖαι, κλοπαί, φόνοι ⸃,
22 ▼
▼ μοιχεῖαι = WH Treg NA/NIV: || κλοπαί = RP
μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

24 ▼
▼ Ἐκεῖθεν δὲ = WH NA/NIV: || Καὶ ἐκεῖθεν = Treg RP
Ἐκεῖθεν δὲ ⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ▼
▼ ὅρια = WH Treg NA/NIV: || μεθόρια = RP
ὅρια ▼
▼ Τύρου = NA/NIV: || Τύρου καὶ Σιδῶνος = WH Treg RP
Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν·
25 ▼
▼ ἀλλ’ εὐθὺς ἀκούσασα = WH Treg NA/NIV: || Ἀκούσασα γὰρ = RP
ἀλλ᾽ εὐθὺς ἀκούσασα ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
26 ▼
▼ ἡ δὲ γυνὴ ἦν = WH NA/NIV: || ἡ γυνὴ δὲ ἦν = Treg; || ἦν δὲ ἡ γυνὴ = RP
ἡ δὲ γυνὴ ἦν ⸃ Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 ▼
▼ καὶ ἔλεγεν = WH Treg NA/NIV: || Ὁ δὲ Ἰησοῦς εἶπεν = RP
καὶ ἔλεγεν ⸃ αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ▼
▼ καλόν ἐστιν = RP: || ἐστιν καλὸν = WH Treg NA/NIV
καλόν ἐστιν ⸃ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ▼
▼ τοῖς κυναρίοις βαλεῖν = WH Treg NA/NIV: || βαλεῖν τοῖς κυναρίοις = RP
τοῖς κυναρίοις βαλεῖν ⸃.
28ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ▼
▼ Κύριε = Holmes NA: || Ναί κύριε = WH Treg NIV RP
Κύριε, ▼
▼ καὶ = WH Treg NA: || καὶ γὰρ = NIV RP
καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ▼
▼ ἐσθίουσιν = WH Treg NA/NIV: || ἐσθίει = RP
ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
29καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ▼
▼ ἐκ … σου τὸ δαιμόνιον = WH NA/NIV: || τὸ δαιμόνιον ἐκ … σου = Treg RP
ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον ⸃.
30καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ ▼
▼ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός = WH Treg NA/NIV: || δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης = RP
παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός ⸃.

31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ▼
▼ ἦλθεν διὰ Σιδῶνος εἰς = WH Treg NA/NIV: || καὶ Σιδῶνος ἦλθεν πρὸς = RP
ἦλθεν διὰ Σιδῶνος εἰς ⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32καὶ φέρουσιν αὐτῷ κωφὸν ▼
▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ▼
▼ μογιλάλον = WH NA/NIV: || μογγιλάλον = Treg RP
μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 ▼
▼ καὶ = WH Treg: || καὶ εὐθέως = NA/NIV RP
καὶ ▼
▼ ἠνοίγησαν = WH Treg NA/NIV: || διηνοίχθησαν = RP
ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς·
36καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ▼
▼ λέγωσιν = WH Treg NA/NIV: || εἴπωσιν = RP
λέγωσιν· ὅσον δὲ ▼
▼ αὐτοῖς διεστέλλετο αὐτοὶ = WH Treg NA/NIV: || αὐτὸς αὐτοῖς διεστέλλετο = RP
αὐτοῖς διεστέλλετο, αὐτοὶ ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον.
37καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ▼
▼ καὶ = WH Treg: || καὶ τοὺς = NA/NIV RP
καὶ ἀλάλους λαλεῖν.

Copyright information for SBLG